Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.26 Joseph. AJ 7.31 (English) >>Joseph. AJ 7.35

7.29πεισθέντων δὲ τούτων Ἀβεννῆρος συγκαλεῖ τὴν Βενιαμιτῶν φυλήν, οἱ γὰρ ἐκ ταύτης ἅπαντες Ἰεβώσθου σωματοφύλακες ἦσαν, καὶ ταὐτὰ πρὸς αὐτοὺς διαλεχθείς, ἐπειδὴ μὴ ἀντικρούοντας ἑώρα, προστιθεμένους δʼ οἷς ἐβούλετο, παραλαβὼν ὡς εἴκοσι τῶν ἑταίρων ἧκε πρὸς Δαυίδην τοὺς ὅρκους παρʼ αὐτοῦ ληψόμενος αὐτός, πιστότερα γὰρ τῶν διʼ ἄλλου πραττομένων ὅσα διʼ αὑτῶν ἕκαστοι ποιοῦμεν εἶναι δοκεῖ, καὶ προσέτι τοὺς γενομένους αὐτῷ λόγους πρός τε τοὺς ἡγεμόνας καὶ πρὸς τὴν φυλὴν ἅπασαν σημανῶν. 7.30ὑποδεξαμένου δʼ αὐτὸν φιλοφρόνως καὶ λαμπρᾷ καὶ πολυτελεῖ τραπέζῃ ξενίσαντος ἐπὶ πολλὰς ἡμέρας, ἠξίωσεν ἀφεθεὶς ἀγαγεῖν τὸ πλῆθος, ἵνα παρόντι καὶ βλεπομένῳ παραδῶσι τὴν ἀρχήν. 7.31

Ἐκπέμψαντος δὲ τοῦ Δαυίδου τὸν Ἀβεννῆρον οὐδὲ ὀλίγον διαλιπὼν εἰς Γιβρῶνα ἧκεν Ἰώαβος ἀρχιστράτηγος αὐτοῦ, καὶ μαθών, ὡς εἴη παρὼν πρὸς αὐτὸν Ἀβεννῆρος καὶ μικρὸν ἔμπροσθεν ἀπηλλαγμένος ἐπὶ συνθήκαις καὶ ὁμολογίαις τῆς ἡγεμονίας, δείσας μὴ τὸν μὲν ἐν τιμῇ καὶ τῇ πρώτῃ ποιήσεται τάξει συνεργόν τε τῆς βασιλείας ἐσόμενον καὶ τἆλλα δεινὸν ὄντα συνιδεῖν πράγματα καὶ τοὺς καιροὺς ὑποδραμεῖν, αὐτὸς δʼ ἐλαττωθείη καὶ τῆς στρατηγίας ἀφεθείη, κακοῦργον καὶ πονηρὰν ὁδὸν ἄπεισι. 7.32καὶ πρῶτον μὲν ἐπιχειρεῖ διαβαλεῖν αὐτὸν πρὸς τὸν βασιλέα φυλάττεσθαι παραινῶν καὶ μὴ προσέχειν οἷς Ἀβεννῆρος συντίθεται· πάντα γὰρ ποιεῖν αὐτὸν ἐπὶ τῷ βεβαιώσασθαι τῷ Σαούλου παιδὶ τὴν ἡγεμονίαν· ἐπὶ δὲ ἀπάτῃ καὶ δόλῳ πρὸς αὐτὸν ἐλθόντα μεθʼ ἧς ἐβούλετο νῦν ἐλπίδος καὶ οἰκονομίας τῶν κατασκευαζομένων ἀπελθεῖν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.26 Joseph. AJ 7.31 (English) >>Joseph. AJ 7.35

Powered by PhiloLogic